1 Μετὰ ταῦτα ἀπῆλθεν ὁ Ἰησοῦς πέραν τῆς θαλάσσης τῆς Γαλιλαίας τῆς Τιβεριάδος. 2 ἠκολούθει δὲ αὐτῷ ὄχλος πολύς, ὅτι ἐθεώρουν τὰ σημεῖα ἃ ἐποίει ἐπὶ τῶν ἀσθενούντων. 3 ἀνῆλθεν δὲ εἰς τὸ ὄρος Ἰησοῦς καὶ ἐκεῖ ἐκάθητο μετὰ τῶν μαθητῶν αὐτοῦ. 4 ἦν δὲ ἐγγὺς τὸ πάσχα, ἡ ἑορτὴ τῶν Ἰουδαίων. 5 Ἐπάρας οὖν τοὺς ὀφθαλμοὺς ὁ Ἰησοῦς καὶ θεασάμενος ὅτι πολὺς ὄχλος ἔρχεται πρὸς αὐτὸν λέγει πρὸς Φίλιππον· πόθεν ἀγοράσωμεν ἄρτους ἵνα φάγωσιν οὗτοι ; 6 τοῦτο δὲ ἔλεγεν πειράζων αὐτόν· αὐτὸς γὰρ ᾔδει τί ἔμελλεν ποιεῖν. 7 ἀπεκρίθη αὐτῷ [ὁ] Φίλιππος· διακοσίων δηναρίων ἄρτοι οὐκ ἀρκοῦσιν αὐτοῖς ἵνα ἕκαστος βραχύ [τι] λάβῃ. 8 λέγει αὐτῷ εἷς ἐκ τῶν μαθητῶν αὐτοῦ, Ἀνδρέας ὁ ἀδελφὸς Σίμωνος Πέτρου· 9 ἔστιν παιδάριον ὧδε ὃς ἔχει πέντε ἄρτους κριθίνους καὶ δύο ὀψάρια· ἀλλὰ ταῦτα τί ἐστιν εἰς τοσούτους ; 10 εἶπεν ὁ Ἰησοῦς· ποιήσατε τοὺς ἀνθρώπους ἀναπεσεῖν. ἦν δὲ χόρτος πολὺς ἐν τῷ τόπῳ. ἀνέπεσαν οὖν οἱ ἄνδρες τὸν ἀριθμὸν ὡς πεντακισχίλιοι. 11 ἔλαβεν οὖν τοὺς ἄρτους ὁ Ἰησοῦς καὶ εὐχαριστήσας διέδωκεν τοῖς ἀνακειμένοις ὁμοίως καὶ ἐκ τῶν ὀψαρίων ὅσον ἤθελον. 12 ὡς δὲ ἐνεπλήσθησαν, λέγει τοῖς μαθηταῖς αὐτοῦ· συναγάγετε τὰ περισσεύσαντα κλάσματα, ἵνα μή τι ἀπόληται. 13 συνήγαγον οὖν καὶ ἐγέμισαν δώδεκα κοφίνους κλασμάτων ἐκ τῶν πέντε ἄρτων τῶν κριθίνων ἃ ἐπερίσσευσαν τοῖς βεβρωκόσιν. 14 Οἱ οὖν ἄνθρωποι ἰδόντες ὃ ἐποίησεν σημεῖον ἔλεγον ὅτι οὗτός ἐστιν ἀληθῶς ὁ προφήτης ὁ ἐρχόμενος εἰς τὸν κόσμον. 15 Ἰησοῦς οὖν γνοὺς ὅτι μέλλουσιν ἔρχεσθαι καὶ ἁρπάζειν αὐτὸν ἵνα ποιήσωσιν βασιλέα, ἀνεχώρησεν πάλιν εἰς τὸ ὄρος αὐτὸς μόνος. 16 Ὡς δὲ ὀψία ἐγένετο κατέβησαν οἱ μαθηταὶ αὐτοῦ ἐπὶ τὴν θάλασσαν 17 καὶ ἐμβάντες εἰς πλοῖον ἤρχοντο πέραν τῆς θαλάσσης εἰς Καφαρναούμ. καὶ σκοτία ἤδη ἐγεγόνει καὶ οὔπω ἐληλύθει πρὸς αὐτοὺς ὁ Ἰησοῦς, 18 ἥ τε θάλασσα ἀνέμου μεγάλου πνέοντος διεγείρετο. 19 ἐληλακότες οὖν ὡς σταδίους εἴκοσι πέντε ἢ τριάκοντα θεωροῦσιν τὸν Ἰησοῦν περιπατοῦντα ἐπὶ τῆς θαλάσσης καὶ ἐγγὺς τοῦ πλοίου γινόμενον, καὶ ἐφοβήθησαν. 20 ὁ δὲ λέγει αὐτοῖς· ἐγώ εἰμι· μὴ φοβεῖσθε. 21 ἤθελον οὖν λαβεῖν αὐτὸν εἰς τὸ πλοῖον, καὶ εὐθέως ἐγένετο τὸ πλοῖον ἐπὶ τῆς γῆς εἰς ἣν ὑπῆγον. 22 Τῇ ἐπαύριον ὁ ὄχλος ὁ ἑστηκὼς πέραν τῆς θαλάσσης εἶδον ὅτι πλοιάριον ἄλλο οὐκ ἦν ἐκεῖ εἰ μὴ ἓν καὶ ὅτι οὐ συνεισῆλθεν τοῖς μαθηταῖς αὐτοῦ ὁ Ἰησοῦς εἰς τὸ πλοῖον ἀλλὰ μόνοι οἱ μαθηταὶ αὐτοῦ ἀπῆλθον· 23 ἄλλα ἦλθεν πλοι[άρι]α ἐκ Τιβεριάδος ἐγγὺς τοῦ τόπου ὅπου ἔφαγον τὸν ἄρτον εὐχαριστήσαντος τοῦ κυρίου. 24 ὅτε οὖν εἶδεν ὁ ὄχλος ὅτι Ἰησοῦς οὐκ ἔστιν ἐκεῖ οὐδὲ οἱ μαθηταὶ αὐτοῦ, ἐνέβησαν αὐτοὶ εἰς τὰ πλοιάρια καὶ ἦλθον εἰς Καφαρναοὺμ ζητοῦντες τὸν Ἰησοῦν. 25 καὶ εὑρόντες αὐτὸν πέραν τῆς θαλάσσης εἶπον αὐτῷ· ῥαββί, πότε ὧδε γέγονας ; 26 Ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς καὶ εἶπεν· ἀμὴν ἀμὴν λέγω ὑμῖν, ζητεῖτέ με οὐχ ὅτι εἴδετε σημεῖα, ἀλλ᾽ ὅτι ἐφάγετε ἐκ τῶν ἄρτων καὶ ἐχορτάσθητε. 27 ἐργάζεσθε μὴ τὴν βρῶσιν τὴν ἀπολλυμένην ἀλλὰ τὴν βρῶσιν τὴν μένουσαν εἰς ζωὴν αἰώνιον, ἣν ὁ υἱὸς τοῦ ἀνθρώπου ὑμῖν δώσει· τοῦτον γὰρ ὁ πατὴρ ἐσφράγισεν ὁ θεός. 28 εἶπον οὖν πρὸς αὐτόν· τί ποιῶμεν ἵνα ἐργαζώμεθα τὰ ἔργα τοῦ θεοῦ ; 29 ἀπεκρίθη [ὁ] Ἰησοῦς καὶ εἶπεν αὐτοῖς· τοῦτό ἐστιν τὸ ἔργον τοῦ θεοῦ, ἵνα πιστεύητε εἰς ὃν ἀπέστειλεν ἐκεῖνος. 30 Εἶπον οὖν αὐτῷ· τί οὖν ποιεῖς σὺ σημεῖον, ἵνα ἴδωμεν καὶ πιστεύσωμέν σοι ; τί ἐργάζῃ ; 31 οἱ πατέρες ἡμῶν τὸ μάννα ἔφαγον ἐν τῇ ἐρήμῳ, καθώς ἐστιν γεγραμμένον· ἄρτον ἐκ τοῦ οὐρανοῦ ἔδωκεν αὐτοῖς φαγεῖν. 32 εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς· ἀμὴν ἀμὴν λέγω ὑμῖν, οὐ Μωϋσῆς δέδωκεν ὑμῖν τὸν ἄρτον ἐκ τοῦ οὐρανοῦ, ἀλλ᾽ ὁ πατήρ μου δίδωσιν ὑμῖν τὸν ἄρτον ἐκ τοῦ οὐρανοῦ τὸν ἀληθινόν· 33 ὁ γὰρ ἄρτος τοῦ θεοῦ ἐστιν ὁ καταβαίνων ἐκ τοῦ οὐρανοῦ καὶ ζωὴν διδοὺς τῷ κόσμῳ. 34 εἶπον οὖν πρὸς αὐτόν· κύριε, πάντοτε δὸς ἡμῖν τὸν ἄρτον τοῦτον. 35 εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς· ὁ ἐρχόμενος πρὸς ἐμὲ οὐ μὴ πεινάσῃ, καὶ ὁ πιστεύων εἰς ἐμὲ οὐ μὴ διψήσει πώποτε. 36 Ἀλλ᾽ εἶπον ὑμῖν ὅτι καὶ ἑωράκατέ [με] καὶ οὐ πιστεύετε. 37 πᾶν ὃ δίδωσίν μοι ὁ πατὴρ πρὸς ἐμὲ ἥξει, καὶ τὸν ἐρχόμενον πρὸς ἐμὲ οὐ μὴ ἐκβάλω ἔξω, 38 ὅτι καταβέβηκα ἀπὸ τοῦ οὐρανοῦ οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμὸν ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με. 39 τοῦτο δέ ἐστιν τὸ θέλημα τοῦ πέμψαντός με, ἵνα πᾶν ὃ δέδωκέν μοι μὴ ἀπολέσω ἐξ αὐτοῦ, ἀλλὰ ἀναστήσω αὐτὸ [ἐν] τῇ ἐσχάτῃ ἡμέρᾳ. 40 τοῦτο γάρ ἐστιν τὸ θέλημα τοῦ πατρός μου, ἵνα πᾶς ὁ θεωρῶν τὸν υἱὸν καὶ πιστεύων εἰς αὐτὸν ἔχῃ ζωὴν αἰώνιον, καὶ ἀναστήσω αὐτὸν ἐγὼ [ἐν] τῇ ἐσχάτῃ ἡμέρᾳ. 41 Ἐγόγγυζον οὖν οἱ Ἰουδαῖοι περὶ αὐτοῦ ὅτι εἶπεν· ἐγώ εἰμι ὁ ἄρτος ὁ καταβὰς ἐκ τοῦ οὐρανοῦ, 42 καὶ ἔλεγον· οὐχ οὗτός ἐστιν Ἰησοῦς ὁ υἱὸς Ἰωσήφ, οὗ ἡμεῖς οἴδαμεν τὸν πατέρα καὶ τὴν μητέρα ; πῶς νῦν λέγει ὅτι ἐκ τοῦ οὐρανοῦ καταβέβηκα ; 43 ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτοῖς· μὴ γογγύζετε μετ᾽ ἀλλήλων. 44 οὐδεὶς δύναται ἐλθεῖν πρός με ἐὰν μὴ ὁ πατὴρ ὁ πέμψας με ἑλκύσῃ αὐτόν, κἀγὼ ἀναστήσω αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ. 45 ἔστιν γεγραμμένον ἐν τοῖς προφήταις· καὶ ἔσονται πάντες διδακτοὶ θεοῦ· πᾶς ὁ ἀκούσας παρὰ τοῦ πατρὸς καὶ μαθὼν ἔρχεται πρὸς ἐμέ. 46 οὐχ ὅτι τὸν πατέρα ἑώρακέν τις εἰ μὴ ὁ ὢν παρὰ τοῦ θεοῦ, οὗτος ἑώρακεν τὸν πατέρα. 47 ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ πιστεύων ἔχει ζωὴν αἰώνιον. 48 Ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς. 49 οἱ πατέρες ὑμῶν ἔφαγον ἐν τῇ ἐρήμῳ τὸ μάννα καὶ ἀπέθανον· 50 οὗτός ἐστιν ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβαίνων, ἵνα τις ἐξ αὐτοῦ φάγῃ καὶ μὴ ἀποθάνῃ. 51 ἐγώ εἰμι ὁ ἄρτος ὁ ζῶν ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς· ἐάν τις φάγῃ ἐκ τούτου τοῦ ἄρτου ζήσει εἰς τὸν αἰῶνα, καὶ ὁ ἄρτος δὲ ὃν ἐγὼ δώσω ἡ σάρξ μού ἐστιν ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς. 52 Ἐμάχοντο οὖν πρὸς ἀλλήλους οἱ Ἰουδαῖοι λέγοντες· πῶς δύναται οὗτος ἡμῖν δοῦναι τὴν σάρκα [αὐτοῦ] φαγεῖν ; 53 εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς· ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ φάγητε τὴν σάρκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου καὶ πίητε αὐτοῦ τὸ αἷμα, οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς. 54 ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἔχει ζωὴν αἰώνιον, κἀγὼ ἀναστήσω αὐτὸν τῇ ἐσχάτῃ ἡμέρᾳ. 55 ἡ γὰρ σάρξ μου ἀληθής ἐστιν βρῶσις, καὶ τὸ αἷμά μου ἀληθής ἐστιν πόσις. 56 ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἐν ἐμοὶ μένει κἀγὼ ἐν αὐτῷ. 57 καθὼς ἀπέστειλέν με ὁ ζῶν πατὴρ κἀγὼ ζῶ διὰ τὸν πατέρα, καὶ ὁ τρώγων με κἀκεῖνος ζήσει δι᾽ ἐμέ. 58 οὗτός ἐστιν ὁ ἄρτος ὁ ἐξ οὐρανοῦ καταβάς, οὐ καθὼς ἔφαγον οἱ πατέρες καὶ ἀπέθανον· ὁ τρώγων τοῦτον τὸν ἄρτον ζήσει εἰς τὸν αἰῶνα. 59 Ταῦτα εἶπεν ἐν συναγωγῇ διδάσκων ἐν Καφαρναούμ. 60 Πολλοὶ οὖν ἀκούσαντες ἐκ τῶν μαθητῶν αὐτοῦ εἶπαν· σκληρός ἐστιν ὁ λόγος οὗτος· τίς δύναται αὐτοῦ ἀκούειν ; 61 εἰδὼς δὲ ὁ Ἰησοῦς ἐν ἑαυτῷ ὅτι γογγύζουσιν περὶ τούτου οἱ μαθηταὶ αὐτοῦ εἶπεν αὐτοῖς· τοῦτο ὑμᾶς σκανδαλίζει ; 62 ἐὰν οὖν θεωρῆτε τὸν υἱὸν τοῦ ἀνθρώπου ἀναβαίνοντα ὅπου ἦν τὸ πρότερον ; 63 τὸ πνεῦμά ἐστιν τὸ ζῳοποιοῦν, ἡ σὰρξ οὐκ ὠφελεῖ οὐδέν· τὰ ῥήματα ἃ ἐγὼ λελάληκα ὑμῖν πνεῦμά ἐστιν καὶ ζωή ἐστιν. 64 ἀλλ᾽ εἰσὶν ἐξ ὑμῶν τινες οἳ οὐ πιστεύουσιν. ᾔδει γὰρ ἐξ ἀρχῆς ὁ Ἰησοῦς τίνες εἰσὶν οἱ μὴ πιστεύοντες καὶ τίς ἐστιν ὁ παραδώσων αὐτόν. 65 καὶ ἔλεγεν· διὰ τοῦτο εἴρηκα ὑμῖν ὅτι οὐδεὶς δύναται ἐλθεῖν πρός με ἐὰν μὴ ᾖ δεδομένον αὐτῷ ἐκ τοῦ πατρός. 66 Ἐκ τούτου πολλοὶ [ἐκ] τῶν μαθητῶν αὐτοῦ ἀπῆλθον εἰς τὰ ὀπίσω καὶ οὐκέτι μετ᾽ αὐτοῦ περιεπάτουν. 67 εἶπεν οὖν ὁ Ἰησοῦς τοῖς δώδεκα· μὴ καὶ ὑμεῖς θέλετε ὑπάγειν ; 68 ἀπεκρίθη αὐτῷ Σίμων Πέτρος· κύριε, πρὸς τίνα ἀπελευσόμεθα ; ῥήματα ζωῆς αἰωνίου ἔχεις, 69 καὶ ἡμεῖς πεπιστεύκαμεν καὶ ἐγνώκαμεν ὅτι σὺ εἶ ὁ ἅγιος τοῦ θεοῦ. 70 ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς· οὐκ ἐγὼ ὑμᾶς τοὺς δώδεκα ἐξελεξάμην ; καὶ ἐξ ὑμῶν εἷς διάβολός ἐστιν. 71 ἔλεγεν δὲ τὸν Ἰούδαν Σίμωνος Ἰσκαριώτου· οὗτος γὰρ ἔμελλεν παραδιδόναι αὐτόν, εἷς ἐκ τῶν δώδεκα.
1 Après cela, Jésus s’éloigna de l’autre côté de la mer de la Galilée, de Tibériade. 2 Or une foule nombreuse le suivait parce qu’ils contemplaient les signes qu’il faisait sur les malades. 3 Et Jésus monta (sur) la montagne, et là, il s’asseyait avec ses disciples. 4 Or la Pâque – la fête des Juifs – était proche. 5 Levant donc les yeux et contemplant qu’une foule nombreuse vient vers lui, Jésus dit à Philippe : D’où achèterions-nous des pains afin que mangent ceux-ci ? 6 Or il disait cela (pour) l’éprouver, car lui-même savait ce qu’il était sur le point de faire. 7 Philippe lui répondit : Deux cent deniers de pains ne suffisent pas pour que chacun d’eux (en) reçoive [quelque] peu. 8 Un de ses disciples, André, le frère de Simon-Pierre, lui dit : 9 Il est ici un petit enfant qui a cinq pains d’orge et deux petits poissons ; mais qu’est ce que cela pour autant (de monde) ? 10 Jésus lui dit : Faites s’allonger les hommes. Il était beaucoup d’herbes en ce lieu. Les hommes s’allongèrent donc, au nombre d’environ cinq mille. 11 Jésus prit donc les pains, et ayant rendu grâce, il (les) distribua aux reposants et semblablement des petits poissons autant qu’ils (en) voulaient. 12 Et quand ils furent comblés il dit à ses disciples : Rassemblez les morceaux excédants afin que rien ne se perde. 13 Ils (les) rassemblèrent donc et remplirent douze couffins de morceaux des cinq pains d’orge qui excédèrent (après) qu’ils se soient nourris. 14 Les hommes, ayant vu quel signe il avait fait, disaient donc : Celui-ci est vraiment le prophète, celui qui vient dans le monde. 15 Jésus donc, connaissant qu’ils étaient sur le point de venir et l’enlever afin de le faire roi, s’en alla de nouveau dans la montagne, lui seul. 16 Et comme advint (une heure) tardive ses disciples descendirent au bord de la mer, 17 et montant dans une barque ils allaient de l’autre côté de la mer vers Capharnaüm. Et déjà une ténèbre était advenue, et Jésus n’était pas encore venu auprès d’eux, 18 et la mer se levait au souffle d’un grand vent. 19 Ayant donc poussé (d’)environ vingt-cinq ou trente stades ils contemplent Jésus marchant sur la mer et advenant près du bateau, et ils eurent peur. 20 Mais lui leur dit : Moi, je suis, n’ayez pas peur. 21 Ils voulurent alors le prendre dans le bateau et aussitôt la barque advint sur la terre vers laquelle ils partaient. 22 Le lendemain, la foule qui se tenait de l’autre côté de la mer vit que (l’)autre barque n’était pas là, seulement une, et que Jésus n’était pas entré dans le bateau avec ses disciples, mais (que) seuls ses disciples étaient éloignés ; 23 mais des barques de Tibériade vinrent près du lieu où, le Seigneur ayant rendu grâce, ils avaient mangé le pain. 24 Quand donc la foule vit que Jésus n’était pas là, ni ses disciples, ceux-ci montèrent dans les barques et vinrent vers Capharnaüm, cherchant Jésus. 25 Et l’ayant trouvé de l’autre côté de la mer, ils lui dirent : Rabbi, quand es-tu advenu ici ? 26 Jésus leur répondit et dit : Amen, amen je vous (le) dis : vous me cherchez non pas parce que vous avez vu des signes, mais parce que vous avez mangé des pains et avez été rassasiés. 27 Œuvrez, non (pour) la nourriture qui périt, mais (pour) la nourriture qui demeure pour une vie éternelle, que le Fils de l’homme vous donnera ; car le Père, Dieu, marquera celui-ci de son caractère. 28 Ils dirent donc auprès de lui : Que (devons) nous faire afin d’œuvrer aux œuvres de Dieu ? 29 Jésus répondit et leur dit : Ceci est l’œuvre de Dieu : que vous croyiez en celui que, lui, a envoyé. 30 Ils lui dirent donc : Quel signe fais-tu donc, toi, pour que nous voyions et te croyions ? Qu’œuvres-tu ? 31 Nos pères ont mangé la manne dans le désert, comme il est écrit : Du pain du ciel il leur donna à manger. 32 Jésus leur dit donc : Amen, amen je vous (le) dis : Moïse ne vous a pas donné le pain du ciel, mais (c’est) mon Père (qui) vous donne le pain du ciel, le véritable ; 33 car le pain de Dieu est celui qui descend du ciel et donne vie au monde. 34 Ils dirent donc auprès de lui : Seigneur, donne-nous toujours ce pain-là. 35 Jésus leur dit : Moi, je suis le pain de la vie ; qui vient auprès de moi n’aura plus jamais faim, et qui croit en moi n’aura plus jamais soif. 36 Mais je vous (l’)ai dit : Et vous [m’]avez vu et vous ne croyez pas. 37 Tout ce que me donne le Père viendra auprès de moi, et qui vient auprès de moi je ne (le) jetterai sûrement pas dehors, 38 parce que je suis descendu du ciel, non pour que je fasse ma volonté, mais la volonté de celui qui me manda. 39 Or, telle est la volonté de celui qui me manda : que (de) tout ce qu’il m’a donné, de lui, je ne (le) perde pas, mais le ressuscite au dernier jour. 40 Car telle est la volonté de mon Père : que quiconque contemple le Fils et croit en lui ait la vie éternelle, et je le ressuscite, moi, au dernier jour. 41 Les Juifs murmuraient donc à son sujet parce qu’il avait dit : Moi, je suis le pain qui descendit du ciel, 42 et ils disaient : Celui-ci n’est-il pas Jésus, le Fils de Joseph, dont nous, nous avons vu le père et la mère ? Comment maintenant dit-il : Je suis descendu du ciel ? 43 Jésus répondit et leur dit : Ne murmurez pas les uns les autres. 44 Nul ne peut venir auprès de moi si le Père qui m’a mandé ne l’attire, et moi, je le ressusciterai au dernier jour. 45 Il est écrit dans les prophètes : Et ils seront tous enseignés de (par) Dieu. 46 Nul n’a vu le Père, sinon celui qui est de par Dieu, celui-là a vu le Père. 47 Amen, amen je vous (le) dis : le croyant a une vie éternelle. 48 Moi, je suis le pain de la vie. 49 Vos pères mangèrent la manne dans le désert et ils moururent. 50 Ceci est le pain qui descend du ciel, afin que quiconque mange de celui-ci et ne meure pas. 51 Moi, je suis le pain vivant qui descendit du ciel ; si quelqu’un mange de ce pain, il vivra pour l’éternité, le pain que moi je donnerai est ma chair, pour la vie du monde. 52 Les Juifs (se) disputaient les uns (contre) les autres, disant : Comment celui-ci peut-il nous donner [sa] chair à manger ? 53 Jésus leur dit donc : Amen, amen je vous (le) dis : si vous ne mangez pas la chair du Fils de l’homme et ne buvez son sang, vous n’avez pas la vie en vous-même. 54 Qui mange ma chair et boit mon sang a une vie éternelle, et moi je le ressusciterai au dernier jour. 55 Car ma chair est vraie nourriture, et mon sang est vraie boisson. 56 Qui mange ma chair et boit mon sang demeure en moi et moi en lui. 57 Comme le Père vivant m’a envoyé, moi je vis par le Père, et qui me mange vivra aussi par moi. 58 Ceci est le pain descendu du ciel, non pas comme (celui que) mangèrent les pères, et ils moururent ; qui mâche ce pain vivra pour l’éternité. 59 Tel (fut ce qu’)il dit, enseignant en synagogue, à Capharnaüm. 60 Beaucoup parmi ses disciples, ayant entendu, dirent donc : Elle est dure cette parole ; qui peut l’entendre ? 61 Mais Jésus, sachant en lui-même que ses disciples murmuraient à ce sujet, leur dit : Cela vous scandalise ? 62 Si donc vous contempliez le Fils de l’homme monter là où il était auparavant ? 63 (C’)est l’Esprit qui vivifie, la chair ne sert (de) rien ; les paroles performatives que moi je vous ai dites sont Esprit et elles sont vie. 64 Mais il est parmi vous certains qui ne croient pas. Car Jésus savait depuis le commencement quels sont les non-croyants et quel est celui qui le livrera. 65 Et il disait : À cause de cela je vous ai dit que nul ne peut venir auprès de moi si (cela) n’est donné du Père. 66 À cause de cela beaucoup [d’entre] ses disciples s’éloignèrent vers l’arrière et ne marchaient plus avec lui. 67 Jésus dit donc aux Douze : Ne voulez-vous pas partir vous aussi ? 68 Simon Pierre lui répondit : Seigneur, auprès de qui nous éloignerions-nous ? Tu as des paroles performatives de vie éternelle, 69 et nous, nous avons cru et nous avons connu que toi, tu es le saint de Dieu. 70 Jésus leur répondit : N'(est-ce) pas moi (qui vous) ai choisis, vous, les Douze ? Et (l’)un d’entre vous est un diable. 71 Et il parlait de Juda, (fils) de Simon Iscariote, un d’entre les Douze, celui-là en effet était sur le point de le livrer.